Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ὁρῶ δίκωπον ὁρῶ σκάφος ἐν λίμνᾳ·
  2. νεκύων δὲ πορθμεὺς
  3. ἔχων χέρ’ ἐπὶ κοντῷ Χάρων
  4. μ’ ἤδη καλεῖ· Τί μέλλεις;
  5. ἐπείγου· σὺ κατείργεις. τάδε τοί με
  6. σπερχόμενος ταχύνει.
Ἄδμητος
  1. οἴμοι, πικράν γε τήνδε μοι ναυκληρίαν
  2. ἔλεξας. ὦ δύσδαιμον, οἷα πάσχομεν.
Ἄλκηστις
  1. ἄγει μ’ ἄγει τις· ἄγει μέ τις—οὐχ ὁρᾷς;—
  2. νεκύων ἐς αὐλάν,
  3. ὑπ’ ὀφρύσι κυαναυγέσι
  4. βλέπων πτερωτός—αἵδας.
  5. μέθες με· τί ῥέξεις; ἄφες.—οἵαν ὅδον ἁ δει-
  6. λαιότατα προβαίνω.
Ἄδμητος
  1. οἰκτρὰν φίλοισιν, ἐκ δὲ τῶν μάλιστ’ ἐμοὶ
  2. καὶ παισίν, οἷς δὴ πένθος ἐν κοινῷ τόδε.
Ἄλκηστις
  1. μέθετε μέθετέ μ’ ἤδη.
  2. κλίνατʼ, οὐ σθένω ποσίν·
  3. πλησίον Ἅιδας.
  4. σκοτία δ’ ἐπ’ ὄσσοισι νὺξ ἐφέρπει.