Alcestis
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ὁρῶ δίκωπον ὁρῶ σκάφος ἐν λίμνᾳ·
- νεκύων δὲ πορθμεὺς
- ἔχων χέρ’ ἐπὶ κοντῷ Χάρων
- μ’ ἤδη καλεῖ· Τί μέλλεις;
- ἐπείγου· σὺ κατείργεις. τάδε τοί με
- σπερχόμενος ταχύνει.
- οἴμοι, πικράν γε τήνδε μοι ναυκληρίαν
- ἔλεξας. ὦ δύσδαιμον, οἷα πάσχομεν.
- ἄγει μ’ ἄγει τις· ἄγει μέ τις—οὐχ ὁρᾷς;—
- νεκύων ἐς αὐλάν,
- ὑπ’ ὀφρύσι κυαναυγέσι
- βλέπων πτερωτός—αἵδας.
- μέθες με· τί ῥέξεις; ἄφες.—οἵαν ὅδον ἁ δει-
- λαιότατα προβαίνω.
- οἰκτρὰν φίλοισιν, ἐκ δὲ τῶν μάλιστ’ ἐμοὶ