Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. —ἰδοὺ ἰδού,
  2. ἥδ’ ἐκ δόμων δὴ καὶ πόσις πορεύεται.
  3. —βόασον ὦ, στέναξον, ὦ Φεραία
  4. χθών, τὰν ἀρίσταν
  5. γυναῖκα μαραινομέναν νόσῳ
  6. κατὰ γᾶς χθόνιον παρ’ Ἅιδαν.
Χορός
  1. οὔποτε φήσω γάμον εὐφραίνειν
  2. πλέον ἢ λυπεῖν, τοῖς τε πάροιθεν
  3. τεκμαιρόμενος καὶ τάσδε τύχας
  4. λεύσσων βασιλέως, ὅστις ἀρίστης
  5. ἀπλακὼν ἀλόχου τῆσδ’ ἀβίωτον
  6. τὸν ἔπειτα χρόνον βιοτεύσει.
Ἄλκηστις
  1. Ἅλιε καὶ φάος ἁμέρας,
  2. οὐράνιαί τε δῖναι νεφέλας δρομαίου.
Ἄδμητος
  1. ὁρᾷ σὲ κἀμέ, δύο κακῶς πεπραγότας,
  2. οὐδὲν θεοὺς δράσαντας ἀνθ’ ὅτου θανῇ.
Ἄλκηστις
  1. γαῖά τε καὶ μελάθρων στέγαι
  2. νυμφίδιοί τε κοῖται πατρίας Ἰωλκοῦ.
Ἄδμητος
  1. ἔπαιρε σαυτήν, ὦ τάλαινα, μὴ προδῷς·
  2. λίσσου δὲ τοὺς κρατοῦντας οἰκτῖραι θεούς.