Alcestis
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- κατὰ γᾶς χθόνιον παρ’ Ἅιδαν.
- οὔποτε φήσω γάμον εὐφραίνειν
- πλέον ἢ λυπεῖν, τοῖς τε πάροιθεν
- τεκμαιρόμενος καὶ τάσδε τύχας
- λεύσσων βασιλέως, ὅστις ἀρίστης
- ἀπλακὼν ἀλόχου τῆσδ’ ἀβίωτον
- τὸν ἔπειτα χρόνον βιοτεύσει.
- Ἅλιε καὶ φάος ἁμέρας,
- οὐράνιαί τε δῖναι νεφέλας δρομαίου.
- ὁρᾷ σὲ κἀμέ, δύο κακῶς πεπραγότας,
- οὐδὲν θεοὺς δράσαντας ἀνθ’ ὅτου θανῇ.
- γαῖά τε καὶ μελάθρων στέγαι
- νυμφίδιοί τε κοῖται πατρίας Ἰωλκοῦ.
- ἔπαιρε σαυτήν, ὦ τάλαινα, μὴ προδῷς·
- λίσσου δὲ τοὺς κρατοῦντας οἰκτῖραι θεούς.