Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ψυχορραγοῦσα· τῇδε γάρ σφ’ ἐν ἡμέρᾳ
  2. θανεῖν πέπρωται καὶ μεταστῆναι βίου.
  3. ἐγὼ δέ, μὴ μίασμά μ’ ἐν δόμοις κίχῃ,
  4. λείπω μελάθρων τῶνδε φιλτάτην στέγην.
  5. ἤδη δὲ τόνδε Θάνατον εἰσορῶ πέλας,
  6. ἱερῆ θανόντων, ὅς νιν εἰς Ἅιδου δόμους
  7. μέλλει κατάξειν· συμμέτρως δ’ ἀφίκετο,
  8. φρουρῶν τόδ’ ἦμαρ ᾧ θανεῖν αὐτὴν χρεών.
Θάνατος
  1. ἆ ἆ·
  2. τί σὺ πρὸς μελάθροις; τί σὺ τῇδε πολεῖς,
  3. Φοῖβʼ; ἀδικεῖς αὖ τιμὰς ἐνέρων
  4. ἀφοριζόμενος καὶ καταπαύων;
  5. οὐκ ἤρκεσέ σοι μόρον Ἀδμήτου
  6. διακωλῦσαι, Μοίρας δολίῳ
  7. σφήλαντι τέχνῃ; νῦν δ’ ἐπὶ τῇδ’ αὖ
  8. χέρα τοξήρη φρουρεῖς ὁπλίσας,
  9. ἣ τόδ’ ὑπέστη πόσιν ἐκλύσασ’
  10. αὐτὴ προθανεῖν Πελίου παῖς.
Ἀπόλλων
  1. θάρσει· δίκην τοι καὶ λόγους κεδνοὺς ἔχω.
Θάνατος
  1. τί δῆτα τόξων ἔργον, εἰ δίκην ἔχεις;