Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. [*](τὰ τοῦ δράματος πρόσωπαἈπόλλωνΘάνατοςΧορόςΘεράπαινα ἈλκήστιδοςἌλκηστιςἌδμητοςΠαῖς ἈλκήστιδοςἩρακλῆςΦέρηςΘεράπων)
    Ἀπόλλων
    1. Ὦ δώματ’ Ἀδμήτειʼ, ἐν οἷς ἔτλην ἐγὼ
    2. θῆσσαν τράπεζαν αἰνέσαι θεός περ ὤν.
    3. Ζεὺς γὰρ κατακτὰς παῖδα τὸν ἐμὸν αἴτιος
    4. Ἀσκληπιόν, στέρνοισιν ἐμβαλὼν φλόγα·
    5. οὗ δὴ χολωθεὶς τέκτονας Δίου πυρὸς
    6. κτείνω Κύκλωπας· καί με θητεύειν πατὴρ
    7. θνητῷ παρ’ ἀνδρὶ τῶνδ’ ἄποιν’ ἠνάγκασεν.
    8. ἐλθὼν δὲ γαῖαν τήνδ’ ἐβουφόρβουν ξένῳ,
    9. καὶ τόνδ’ ἔσῳζον οἶκον ἐς τόδ’ ἡμέρας.
    10. ὁσίου γὰρ ἀνδρὸς ὅσιος ὢν ἐτύγχανον
    11. παιδὸς Φέρητος, ὃν θανεῖν ἐρρυσάμην,
    12. Μοίρας δολώσας· ᾔνεσαν δέ μοι θεαὶ
    13. Ἄδμητον ᾅδην τὸν παραυτίκ’ ἐκφυγεῖν,
    14. ἄλλον διαλλάξαντα τοῖς κάτω νεκρόν.
    15. πάντας δ’ ἐλέγξας καὶ διεξελθὼν φίλους,
    16. πατέρα γεραιάν θ’ ἥ σφ’ ἔτικτε μητέρα,
    17. οὐχ ηὗρε πλὴν γυναικὸς ὅστις ἤθελε
    18. θανὼν πρὸ κείνου μηκέτ’ εἰσορᾶν φάος·
    19. ἣ νῦν κατ’ οἴκους ἐν χεροῖν βαστάζεται