Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. κορεύματ’ ἐκ τοῦδ’ ἀνδρός, οὗ θνῄσκω πέρι,
  2. χαῖρʼ· οὐ γὰρ ἐχθαίρω σʼ· ἀπώλεσας δ’ ἐμὲ
  3. μόνην· προδοῦναι γάρ σ’ ὀκνοῦσα καὶ πόσιν
  4. θνῄσκω. σὲ δ’ ἄλλη τις γυνὴ κεκτήσεται,
  5. σώφρων μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ’ ἴσως.
  6. κυνεῖ δὲ προσπίτνουσα, πᾶν δὲ δέμνιον
  7. ὀφθαλμοτέγκτῳ δεύεται πλημμυρίδι.
  8. ἐπεὶ δὲ πολλῶν δακρύων εἶχεν κόρον,
  9. στείχει προνωπὴς ἐκπεσοῦσα δεμνίων,
  10. καὶ πολλὰ θαλάμων ἐξιοῦσ’ ἐπεστράφη
  11. κἄρριψεν αὑτὴν αὖθις ἐς κοίτην πάλιν.
  12. παῖδες δὲ πέπλων μητρὸς ἐξηρτημένοι
  13. ἔκλαιον· ἣ δὲ λαμβάνουσ’ ἐς ἀγκάλας
  14. ἠσπάζετ’ ἄλλοτ’ ἄλλον, ὡς θανουμένη.
  15. πάντες δ’ ἔκλαιον οἰκέται κατὰ στέγας
  16. δέσποιναν οἰκτίροντες. ἣ δὲ δεξιὰν
  17. προύτειν’ ἑκάστῳ, κοὔτις ἦν οὕτω κακὸς
  18. ὃν οὐ προσεῖπε καὶ προσερρήθη πάλιν.
  19. τοιαῦτ’ ἐν οἴκοις ἐστὶν Ἀδμήτου κακά.
  20. καὶ κατθανών τἂν ὤλετʼ, ἐκφυγών δ’ ἔχει