Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. τοσοῦτον ἄλγος, οὗ ποτ’—οὐ λελήσεται.
Χορός
  1. ἦ που στενάζει τοισίδ’ Ἄδμητος κακοῖς,
  2. ἐσθλῆς γυναικὸς εἰ στερηθῆναί σφε χρή;
Θεράπαινα
  1. κλαίει γ’ ἄκοιτιν ἐν χεροῖν φίλην ἔχων,
  2. καὶ μὴ προδοῦναι λίσσεται, τἀμήχανα
  3. ζητῶν· φθίνει γὰρ καὶ μαραίνεται νόσῳ.
  4. παρειμένη δέ, χειρὸς ἄθλιον βάρος
  5. ---
  6. ὅμως δὲ καίπερ σμικρὸν ἐμπνέουσ’ ἔτι
  7. βλέψαι πρὸς αὐγὰς βούλεται τὰς ἡλίου
  8. ὡς οὔποτ’ αὖθις, ἀλλὰ νῦν πανύστατον.
  9. ἀκτῖνα κύκλον θ’ ἡλίου προσόψεται.
  10. ἀλλ’ εἶμι καὶ σὴν ἀγγελῶ παρουσίαν·
  11. οὐ γάρ τι πάντες εὖ φρονοῦσι κοιράνοις,
  12. ὥστ’ ἐν κακοῖσιν εὐμενεῖς παρεστάναι·
  13. σὺ δ’ εἶ παλαιὸς δεσπόταις ἐμοῖς φίλος.
Χορός
  1. — ἰὼ Ζεῦ, τίς ἂν πῶς πᾷ πόρος κακῶν
  2. γένοιτο καὶ λύσις τύχας
  3. ἃ πάρεστι κοιράνοις;
  4. —αἰαῖ· εἶσί τις; ἢ τέμω τρίχα,