Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἐπεὶ γὰρ ᾔσθεθ’ ἡμέραν τὴν κυρίαν
  2. ἥκουσαν, ὕδασι ποταμίοις λευκὸν χρόα
  3. ἐλούσατʼ, ἐκ δ’ ἑλοῦσα κεδρίνων δόμων
  4. ἐσθῆτα κόσμον τ’ εὐπρεπῶς ἠσκήσατο,
  5. καὶ στᾶσα πρόσθεν Ἑστίας κατηύξατο·
  6. Δέσποινʼ, ἐγὼ γὰρ ἔρχομαι κατὰ χθονός,
  7. πανύστατόν σε προσπίτνουσ’ αἰτήσομαι,
  8. τέκν’ ὀρφανεῦσαι τἀμά· καὶ τῷ μὲν φίλην
  9. σύζευξον ἄλοχον, τῇ δὲ γενναῖον πόσιν.
  10. μηδ’ ὥσπερ αὐτῶν ἡ τεκοῦσ’ ἀπόλλυμαι
  11. θανεῖν ἀώρους παῖδας, ἀλλ’ εὐδαίμονας
  12. ἐν γῇ πατρῴᾳ τερπνὸν ἐκπλῆσαι βίον.
  13. πάντας δὲ βωμούς, οἳ κατ’ Ἀδμήτου δόμους,
  14. προσῆλθε κἀξέστεψε καὶ προσηύξατο,
  15. πτόρθων ἀποσχίζουσα μυρσίνης φόβην,
  16. ἄκλαυτος ἀστένακτος, οὐδὲ τοὐπιὸν
  17. κακὸν μεθίστη χρωτὸς εὐειδῆ φύσιν.
  18. κἄπειτα θάλαμον ἐσπεσοῦσα καὶ λέχος,
  19. ἐνταῦθα δὴ ʼδάκρυσε καὶ λέγει τάδε·
  20. Ὦ λέκτρον, ἔνθα παρθένει’ ἔλυσ’ ἐγὼ