Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ψυχάν· μόρος γὰρ ἀπότομος
  2. πλάθει· θεῶν δ’ ἐπ’ ἐσχάραις
  3. οὐκ ἔχω ἐπὶ τίνα
  4. μηλοθύταν πορευθῶ.
Χορός
  1. —μόνος δ’ ἄν, εἰ φῶς τόδ’ ἦν
  2. ὄμμασιν δεδορκὼς
  3. Φοίβου παῖς, προλιποῦσ’
  4. ἦλθεν ἕδρας σκοτίους
  5. Ἅιδα τε πύλας·
  6. δμαθέντας γὰρ ἀνίστη,
  7. πρὶν αὐτὸν εἷλε διόβολον
  8. πλῆκτρον πυρὸς κεραυνίου.
  9. νῦν δὲ τίν’ ἔτι βίου
  10. ἐλπίδα προσδέχωμαι;
Χορός
  1. —πάντα γὰρ ἤδη τετέλεσται βασιλεῦσι,
  2. πάντων δὲ θεῶν ἐπὶ βωμοῖς
  3. αἱμόρραντοι θυσίαι πλήρεις·
  4. οὐδ’ ἔστι κακῶν ἄκος οὐδέν.
Χορός
  1. ἀλλ’ ἥδ’ ὀπαδῶν ἐκ δόμων τις ἔρχεται
  2. δακρυρροοῦσα, τίνα τύχην ἀκούσομαι;