Alcestis
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἔχω σ’ ἀέλπτως, οὔποτ’ ὄψεσθαι δοκῶν.
- ἔχεις· φθόνος δὲ μὴ γένοιτό τις θεῶν.
- ὦ τοῦ μεγίστου Ζηνὸς εὐγενὲς τέκνον,
- εὐδαιμονοίης, καί σ’ ὁ φιτύσας πατὴρ
- σῴζοι· σὺ γὰρ δὴ τἄμ’ ἀνώρθωσας μόνος.
- πῶς τήνδ’ ἔπεμψας νέρθεν ἐς φάος τόδε;
- μάχην συνάψας δαιμόνων τῷ κυρίῳ.
- ποῦ τόνδε Θανάτῳ φῂς ἀγῶνα συμβαλεῖν;
- τύμβον παρ’ αὐτὸν ἐκ λόχου μάρψας χεροῖν.
- τί γάρ ποθ’ ἥδ’ ἄναυδος ἕστηκεν γυνή;
- οὔπω θέμις σοι τῆσδε προσφωνημάτων
- κλύειν, πρὶν ἂν θεοῖσι τοῖσι νερτέροις
- ἀφαγνίσηται καὶ τρίτον μόλῃ φάος.
- ἀλλ’ εἴσαγ’ εἴσω τήνδε· καὶ δίκαιος ὢν
- τὸ λοιπόν, Ἄδμητʼ, εὐσέβει περὶ ξένους.