Alcestis
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- σῷζέ νυν, καὶ τὸν Διὸς
- φήσεις ποτ’ εἶναι παῖδα γενναῖον ξένον.
- βλέψον πρὸς αὐτήν, εἴ τι σῇ δοκεῖ πρέπειν
- γυναικί· λύπης δ’ εὐτυχῶν μεθίστασο.
- ὦ θεοί, τί λέξω—θαῦμ’ ἀνέλπιστον τόδε—
- γυναῖκα λεύσσων τήνδʼ; —ἐμὴν ἐτητύμως;
- ἢ κέρτομός με θεοῦ τις ἐκπλήσσει χαρά;
- οὐκ ἔστιν, ἀλλὰ τήνδ’ ὁρᾷς δάμαρτα σήν.
- ὅρα γε μή τι φάσμα νερτέρων τόδ’ ᾖ.
- οὐ ψυχαγωγὸν τόνδ’ ἐποιήσω ξένον.
- ἀλλ’ ἣν ἔθαπτον εἰσορῶ δάμαρτ’ ἐμήν;
- σάφ’ ἴσθʼ. ἀπιστεῖν δ’ οὔ σε θαυμάζω τύχην.
- θίγω, προσείπω ζῶσαν ὡς δάμαρτ’ ἐμήν;
- πρόσειπʼ. ἔχεις γὰρ πᾶν ὅσονπερ ἤθελες.
- ὦ φιλτάτης γυναικὸς ὄμμα καὶ δέμας,