Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. καὶ χαῖρʼ· ἐγὼ δὲ τὸν προκείμενον πόνον
  2. Σθενέλου τυράννῳ παιδὶ πορσυνῶ μολών.
Ἄδμητος
  1. μεῖνον παρ’ ἡμῖν καὶ ξυνέστιος γενοῦ.
Ἡρακλῆς
  1. αὖθις τόδ’ ἔσται, νῦν δ’ ἐπείγεσθαί με δεῖ.
Ἄδμητος
  1. ἀλλ’ εὐτυχοίης, νόστιμον δ’ ἔλθοις δόμον.
  2. ἀστοῖς δὲ πάσῃ τ’ ἐννέπω τετραρχίᾳ,
  3. χοροὺς ἐπ’ ἐσθλαῖς συμφοραῖσιν ἱστάναι
  4. βωμούς τε κνισᾶν βουθύτοισι προστροπαῖς.
  5. νῦν γὰρ μεθηρμόσμεσθα βελτίω βίον
  6. τοῦ πρόσθεν· οὐ γὰρ εὐτυχῶν ἀρνήσομαι.
Χορός
  1. πολλαὶ μορφαὶ τῶν δαιμονίων,
  2. πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί·
  3. καὶ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη,
  4. τῶν δ’ ἀδοκήτων πόρον ηὗρε θεός.
  5. τοιόνδ’ ἀπέβη τόδε πρᾶγμα.