Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἀλλ’ ἣν ἔθαπτον εἰσορῶ δάμαρτ’ ἐμήν;
Ἡρακλῆς
  1. σάφ’ ἴσθʼ. ἀπιστεῖν δ’ οὔ σε θαυμάζω τύχην.
Ἄδμητος
  1. θίγω, προσείπω ζῶσαν ὡς δάμαρτ’ ἐμήν;
Ἡρακλῆς
  1. πρόσειπʼ. ἔχεις γὰρ πᾶν ὅσονπερ ἤθελες.
Ἄδμητος
  1. ὦ φιλτάτης γυναικὸς ὄμμα καὶ δέμας,
  2. ἔχω σ’ ἀέλπτως, οὔποτ’ ὄψεσθαι δοκῶν.
Ἡρακλῆς
  1. ἔχεις· φθόνος δὲ μὴ γένοιτό τις θεῶν.
Ἄδμητος
  1. ὦ τοῦ μεγίστου Ζηνὸς εὐγενὲς τέκνον,
  2. εὐδαιμονοίης, καί σ’ ὁ φιτύσας πατὴρ
  3. σῴζοι· σὺ γὰρ δὴ τἄμ’ ἀνώρθωσας μόνος.
  4. πῶς τήνδ’ ἔπεμψας νέρθεν ἐς φάος τόδε;
Ἡρακλῆς
  1. μάχην συνάψας δαιμόνων τῷ κυρίῳ.
Ἄδμητος
  1. ποῦ τόνδε Θανάτῳ φῂς ἀγῶνα συμβαλεῖν;
Ἡρακλῆς
  1. τύμβον παρ’ αὐτὸν ἐκ λόχου μάρψας χεροῖν.
Ἄδμητος
  1. τί γάρ ποθ’ ἥδ’ ἄναυδος ἕστηκεν γυνή;
Ἡρακλῆς
  1. οὔπω θέμις σοι τῆσδε προσφωνημάτων
  2. κλύειν, πρὶν ἂν θεοῖσι τοῖσι νερτέροις
  3. ἀφαγνίσηται καὶ τρίτον μόλῃ φάος.
  4. ἀλλ’ εἴσαγ’ εἴσω τήνδε· καὶ δίκαιος ὢν
  5. τὸ λοιπόν, Ἄδμητʼ, εὐσέβει περὶ ξένους.