Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. οὐκ ἂν μεθείην τὴν γυναῖκα προσπόλοις.
Ἄδμητος
  1. σὺ δ’ αὐτὸς αὐτὴν εἴσαγʼ, εἰ βούλῃ, δόμους.
Ἡρακλῆς
  1. ἐς σὰς μὲν οὖν ἔγωγε θήσομαι χέρας.
Ἄδμητος
  1. οὐκ ἂν θίγοιμι· δῶμα δ’ εἰσελθεῖν πάρα.
Ἡρακλῆς
  1. τῇ σῇ πέποιθα χειρὶ δεξιᾷ μόνῃ.
Ἄδμητος
  1. ἄναξ, βιάζῃ μ’ οὐ θέλοντα δρᾶν τάδε.
Ἡρακλῆς
  1. τόλμα προτεῖναι χεῖρα καὶ θιγεῖν ξένης.
Ἄδμητος
  1. καὶ δὴ προτείνω, Γοργόν’ ὡς καρατομῶν.
Ἡρακλῆς
  1. ἔχεις;
Ἄδμητος
  1. ἔχω; ναί.
Ἡρακλῆς
  1. σῷζέ νυν, καὶ τὸν Διὸς
  2. φήσεις ποτ’ εἶναι παῖδα γενναῖον ξένον.
  3. βλέψον πρὸς αὐτήν, εἴ τι σῇ δοκεῖ πρέπειν
  4. γυναικί· λύπης δ’ εὐτυχῶν μεθίστασο.
Ἄδμητος
  1. ὦ θεοί, τί λέξω—θαῦμ’ ἀνέλπιστον τόδε—
  2. γυναῖκα λεύσσων τήνδʼ; —ἐμὴν ἐτητύμως;
  3. ἢ κέρτομός με θεοῦ τις ἐκπλήσσει χαρά;
Ἡρακλῆς
  1. οὐκ ἔστιν, ἀλλὰ τήνδ’ ὁρᾷς δάμαρτα σήν.
Ἄδμητος
  1. ὅρα γε μή τι φάσμα νερτέρων τόδ’ ᾖ.
Ἡρακλῆς
  1. οὐ ψυχαγωγὸν τόνδ’ ἐποιήσω ξένον.