Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. χρή, σοῦ γε μὴ μέλλοντος ὀργαίνειν ἐμοί.
Ἡρακλῆς
  1. εἰδώς τι κἀγὼ τήνδ’ ἔχω προθυμίαν.
Ἄδμητος
  1. νίκα νυν. οὐ μὴν ἁνδάνοντά μοι ποιεῖς.
Ἡρακλῆς
  1. ἀλλ’ ἔσθ’ ὅθ’ ἡμᾶς αἰνέσεις· πιθοῦ μόνον.
Ἄδμητος
  1. κομίζετʼ, εἰ χρὴ τήνδε δέξασθαι δόμοις.
Ἡρακλῆς
  1. οὐκ ἂν μεθείην τὴν γυναῖκα προσπόλοις.
Ἄδμητος
  1. σὺ δ’ αὐτὸς αὐτὴν εἴσαγʼ, εἰ βούλῃ, δόμους.
Ἡρακλῆς
  1. ἐς σὰς μὲν οὖν ἔγωγε θήσομαι χέρας.
Ἄδμητος
  1. οὐκ ἂν θίγοιμι· δῶμα δ’ εἰσελθεῖν πάρα.
Ἡρακλῆς
  1. τῇ σῇ πέποιθα χειρὶ δεξιᾷ μόνῃ.
Ἄδμητος
  1. ἄναξ, βιάζῃ μ’ οὐ θέλοντα δρᾶν τάδε.
Ἡρακλῆς
  1. τόλμα προτεῖναι χεῖρα καὶ θιγεῖν ξένης.
Ἄδμητος
  1. καὶ δὴ προτείνω, Γοργόν’ ὡς καρατομῶν.
Ἡρακλῆς
  1. ἔχεις;
Ἄδμητος
  1. ἔχω; ναί.