Alcestis
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- κείνην ὅπουπερ ἔστι τιμᾶσθαι χρεών.
- αἰνῶ μὲν αἰνῶ· μωρίαν δ’ ὀφλισκάνεις.
- ὡς μήποτ’ ἄνδρα τόνδε νυμφίον καλῶν.
- ἐπῄνεσ’ ἀλόχῳ πιστὸς οὕνεκ’ εἶ φίλος.
- θάνοιμ’ ἐκείνην καίπερ οὐκ οὖσαν προδούς.
- δέχου νυν εἴσω τήνδε γενναίων δόμων.
- μή, πρός σε τοῦ σπείραντος ἄντομαι Διός.
- καὶ μὴν ἁμαρτήσῃ γε μὴ δράσας τάδε.
- καὶ δρῶν γε λύπῃ καρδίαν δηχθήσομαι.
- πιθοῦ· τάχ’ ἂν γὰρ ἐς δέον πέσοι χάρις.
- φεῦ.
- εἴθ’ ἐξ ἀγῶνος τήνδε μὴ ῎λαβές ποτε.
- νικῶντι μέντοι καὶ σὺ συννικᾷς ἐμοί.
- καλῶς ἔλεξας· ἡ γυνὴ δ’ ἀπελθέτω.
- ἄπεισιν, εἰ χρή· πρῶτα δ’ εἰ χρεὼν ἄθρει.
- χρή, σοῦ γε μὴ μέλλοντος ὀργαίνειν ἐμοί.
- εἰδώς τι κἀγὼ τήνδ’ ἔχω προθυμίαν.
- νίκα νυν. οὐ μὴν ἁνδάνοντά μοι ποιεῖς.
- ἀλλ’ ἔσθ’ ὅθ’ ἡμᾶς αἰνέσεις· πιθοῦ μόνον.
- κομίζετʼ, εἰ χρὴ τήνδε δέξασθαι δόμοις.