Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. κείνην ὅπουπερ ἔστι τιμᾶσθαι χρεών.
Ἡρακλῆς
  1. αἰνῶ μὲν αἰνῶ· μωρίαν δ’ ὀφλισκάνεις.
Ἄδμητος
  1. ὡς μήποτ’ ἄνδρα τόνδε νυμφίον καλῶν.
Ἡρακλῆς
  1. ἐπῄνεσ’ ἀλόχῳ πιστὸς οὕνεκ’ εἶ φίλος.
Ἄδμητος
  1. θάνοιμ’ ἐκείνην καίπερ οὐκ οὖσαν προδούς.
Ἡρακλῆς
  1. δέχου νυν εἴσω τήνδε γενναίων δόμων.
Ἄδμητος
  1. μή, πρός σε τοῦ σπείραντος ἄντομαι Διός.
Ἡρακλῆς
  1. καὶ μὴν ἁμαρτήσῃ γε μὴ δράσας τάδε.
Ἄδμητος
  1. καὶ δρῶν γε λύπῃ καρδίαν δηχθήσομαι.
Ἡρακλῆς
  1. πιθοῦ· τάχ’ ἂν γὰρ ἐς δέον πέσοι χάρις.
Ἄδμητος
  1. φεῦ.
  2. εἴθ’ ἐξ ἀγῶνος τήνδε μὴ ῎λαβές ποτε.
Ἡρακλῆς
  1. νικῶντι μέντοι καὶ σὺ συννικᾷς ἐμοί.
Ἄδμητος
  1. καλῶς ἔλεξας· ἡ γυνὴ δ’ ἀπελθέτω.
Ἡρακλῆς
  1. ἄπεισιν, εἰ χρή· πρῶτα δ’ εἰ χρεὼν ἄθρει.