Alcestis
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- εἰ γὰρ τοσαύτην δύναμιν εἶχον ὥστε σὴν
- ἐς φῶς πορεῦσαι νερτέρων ἐκ δωμάτων
- γυναῖκα καί σοι τήνδε πορσῦναι χάριν.
- σάφ’ οἶδα βούλεσθαί σ’ ἄν. ἀλλὰ ποῦ τόδε;
- οὐκ ἔστι τοὺς θανόντας ἐς φάος μολεῖν.
- μή νυν ὑπέρβαλλʼ, ἀλλ’ ἐναισίμως φέρε.
- ῥᾷον παραινεῖν ἢ παθόντα καρτερεῖν.
- τί δ’ ἂν προκόπτοις, εἰ θέλοις ἀεὶ στένειν;
- ἔγνωκα καὐτός, ἀλλ’ ἔρως τις ἐξάγει.
- τὸ γὰρ φιλῆσαι τὸν θανόντ’ ἄγει δάκρυ.
- ἀπώλεσέν με, κἄτι μᾶλλον ἢ λέγω.
- γυναικὸς ἐσθλῆς ἤμπλακες· τίς ἀντερεῖ;
- ὥστ’ ἄνδρα τόνδε μηκέθ’ ἥδεσθαι βίῳ.
- χρόνος μαλάξει, νῦν δ’ ἔθ’ ἡβάσκει κακόν.
- χρόνον λέγοις ἄν, εἰ χρόνος τὸ κατθανεῖν.
- γυνή σε παύσει καὶ νέου γάμου πόθοι.
- σίγησον· οἷον εἶπας. οὐκ ἂν ᾠόμην.
- τί δʼ; οὐ γαμεῖς γάρ, ἀλλὰ χηρεύσῃ λέχος;
- οὐκ ἔστιν ἥτις τῷδε συγκλιθήσεται.
- μῶν τὴν θανοῦσαν ὠφελεῖν τι προσδοκᾷς;