Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. μή νυν ὑπέρβαλλʼ, ἀλλ’ ἐναισίμως φέρε.
Ἄδμητος
  1. ῥᾷον παραινεῖν ἢ παθόντα καρτερεῖν.
Ἡρακλῆς
  1. τί δ’ ἂν προκόπτοις, εἰ θέλοις ἀεὶ στένειν;
Ἄδμητος
  1. ἔγνωκα καὐτός, ἀλλ’ ἔρως τις ἐξάγει.
Ἡρακλῆς
  1. τὸ γὰρ φιλῆσαι τὸν θανόντ’ ἄγει δάκρυ.
Ἄδμητος
  1. ἀπώλεσέν με, κἄτι μᾶλλον ἢ λέγω.
Ἡρακλῆς
  1. γυναικὸς ἐσθλῆς ἤμπλακες· τίς ἀντερεῖ;
Ἄδμητος
  1. ὥστ’ ἄνδρα τόνδε μηκέθ’ ἥδεσθαι βίῳ.
Ἡρακλῆς
  1. χρόνος μαλάξει, νῦν δ’ ἔθ’ ἡβάσκει κακόν.
Ἄδμητος
  1. χρόνον λέγοις ἄν, εἰ χρόνος τὸ κατθανεῖν.
Ἡρακλῆς
  1. γυνή σε παύσει καὶ νέου γάμου πόθοι.
Ἄδμητος
  1. σίγησον· οἷον εἶπας. οὐκ ἂν ᾠόμην.
Ἡρακλῆς
  1. τί δʼ; οὐ γαμεῖς γάρ, ἀλλὰ χηρεύσῃ λέχος;
Ἄδμητος
  1. οὐκ ἔστιν ἥτις τῷδε συγκλιθήσεται.
Ἡρακλῆς
  1. μῶν τὴν θανοῦσαν ὠφελεῖν τι προσδοκᾷς;