Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἥτις ποτ’ εἶ σύ, ταὔτ’ ἔχουσ’ Ἀλκήστιδι
  2. μορφῆς μέτρ’ ἴσθι· καὶ προσήιξαι δέμας.
  3. οἴμοι. κόμιζε πρὸς θεῶν ἐξ ὀμμάτων
  4. γυναῖκα τήνδε, μή μ’ ἕλῃς ᾑρημένον.
  5. δοκῶ γὰρ αὐτὴν εἰσορῶν γυναῖχ’ ὁρᾶν
  6. ἐμήν· θολοῖ δὲ καρδίαν, ἐκ δ’ ὀμμάτων
  7. πηγαὶ κατερρώγασιν· ὦ τλήμων ἐγώ,
  8. ὡς ἄρτι πένθους τοῦδε γεύομαι πικροῦ.
Χορός
  1. ἐγὼ μὲν οὐκ ἔχοιμ’ ἂν εὖ λέγειν τύχην·
  2. χρὴ δʼ, ὅστις εἶ σύ, καρτερεῖν θεοῦ δόσιν.
Ἡρακλῆς
  1. εἰ γὰρ τοσαύτην δύναμιν εἶχον ὥστε σὴν
  2. ἐς φῶς πορεῦσαι νερτέρων ἐκ δωμάτων
  3. γυναῖκα καί σοι τήνδε πορσῦναι χάριν.
Ἄδμητος
  1. σάφ’ οἶδα βούλεσθαί σ’ ἄν. ἀλλὰ ποῦ τόδε;
  2. οὐκ ἔστι τοὺς θανόντας ἐς φάος μολεῖν.