Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. καὶ πῶς ἀκραιφνὴς ἐν νέοις στρωφωμένη
  2. ἔσται; τὸν ἡβῶνθʼ, Ἡράκλεις, οὐ ῥᾴδιον
  3. εἴργειν· ἐγὼ δὲ σοῦ προμηθίαν ἔχω.
  4. ἢ τῆς θανούσης θάλαμον ἐσβήσας τρέφω;
  5. καὶ πῶς ἐπεσφρῶ τήνδε τῷ κείνης λέχει;
  6. διπλῆν φοβοῦμαι μέμψιν, ἔκ τε δημοτῶν,
  7. μή τίς μ’ ἐλέγξῃ τὴν ἐμὴν εὐεργέτιν
  8. προδόντ’ ἐν ἄλλης δεμνίοις πίτνειν νέας,
  9. καὶ τῆς θανούσης· ἀξία δέ μοι σέβειν·
  10. πολλὴν πρόνοιαν δεῖ μ’ ἔχειν. σὺ δʼ, ὦ γύναι,
  11. ἥτις ποτ’ εἶ σύ, ταὔτ’ ἔχουσ’ Ἀλκήστιδι
  12. μορφῆς μέτρ’ ἴσθι· καὶ προσήιξαι δέμας.
  13. οἴμοι. κόμιζε πρὸς θεῶν ἐξ ὀμμάτων
  14. γυναῖκα τήνδε, μή μ’ ἕλῃς ᾑρημένον.
  15. δοκῶ γὰρ αὐτὴν εἰσορῶν γυναῖχ’ ὁρᾶν
  16. ἐμήν· θολοῖ δὲ καρδίαν, ἐκ δ’ ὀμμάτων
  17. πηγαὶ κατερρώγασιν· ὦ τλήμων ἐγώ,
  18. ὡς ἄρτι πένθους τοῦδε γεύομαι πικροῦ.
Χορός
  1. ἐγὼ μὲν οὐκ ἔχοιμ’ ἂν εὖ λέγειν τύχην·
  2. χρὴ δʼ, ὅστις εἶ σύ, καρτερεῖν θεοῦ δόσιν.