Alcestis
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἄδακρυς εἶναι· μὴ νοσοῦντί μοι νόσον
- προσθῇς· ἅλις γὰρ συμφορᾷ βαρύνομαι.
- ποῦ καὶ τρέφοιτ’ ἂν δωμάτων νέα γυνή;
- νέα γάρ, ὡς ἐσθῆτι καὶ κόσμῳ πρέπει.
- πότερα κατ’ ἀνδρῶν δῆτ’ ἐνοικήσει στέγην;
- καὶ πῶς ἀκραιφνὴς ἐν νέοις στρωφωμένη
- ἔσται; τὸν ἡβῶνθʼ, Ἡράκλεις, οὐ ῥᾴδιον
- εἴργειν· ἐγὼ δὲ σοῦ προμηθίαν ἔχω.
- ἢ τῆς θανούσης θάλαμον ἐσβήσας τρέφω;
- καὶ πῶς ἐπεσφρῶ τήνδε τῷ κείνης λέχει;
- διπλῆν φοβοῦμαι μέμψιν, ἔκ τε δημοτῶν,
- μή τίς μ’ ἐλέγξῃ τὴν ἐμὴν εὐεργέτιν
- προδόντ’ ἐν ἄλλης δεμνίοις πίτνειν νέας,
- καὶ τῆς θανούσης· ἀξία δέ μοι σέβειν·
- πολλὴν πρόνοιαν δεῖ μ’ ἔχειν. σὺ δʼ, ὦ γύναι,