Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. γυνὴ δ’ ἐπ’ αὐτοῖς εἵπετʼ· ἐντυχόντι δὲ
  2. αἰσχρὸν παρεῖναι κέρδος ἦν τόδ’ εὐκλεές.
  3. ἀλλʼ, ὥσπερ εἶπον, σοὶ μέλειν γυναῖκα χρή·
  4. οὐ γὰρ κλοπαίαν, ἀλλὰ σὺν πόνῳ λαβὼν
  5. ἥκω· χρόνῳ δὲ καὶ σύ μ’ αἰνέσεις ἴσως.
Ἄδμητος
  1. οὔτοι σ’ ἀτίζων οὐδ’ ἐν αἰσχροῖσιν τιθεὶς
  2. ἔκρυψ’ ἐμῆς γυναικὸς ἀθλίου τύχας·
  3. ἀλλ’ ἄλγος ἄλγει τοῦτ’ ἂν ἦν προσκείμενον,
  4. εἴ του πρὸς ἄλλου δώμαθ’ ὡρμήθης ξένου·
  5. ἅλις δὲ κλαίειν τοὐμὸν ἦν ἐμοὶ κακόν.
  6. γυναῖκα δʼ, εἴ πως ἔστιν, αἰτοῦμαί σʼ, ἄναξ,
  7. ἄλλον τιν’ ὅστις μὴ πέπονθεν οἷ’ ἐγὼ
  8. σῴζειν ἄνωχθι Θεσσαλῶν· πολλοὶ δέ σοι
  9. ξένοι Φεραίων· μή μ’ ἀναμνήσῃς κακῶν.
  10. οὐκ ἂν δυναίμην τήνδ’ ὁρῶν ἐν δώμασιν