Alcestis
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- καὶ μέμφομαι μέν, μέμφομαι, παθὼν τάδε,
- οὐ μήν σε λυπεῖν ἐν κακοῖσι βούλομαι.
- ὧν δ’ οὕνεχ’ ἥκω δεῦρ’ ὑποστρέψας πάλιν
- λέξω. γυναῖκα τήνδε μοι σῷσον λαβών,
- ἕως ἂν ἵππους δεῦρο Θρῃκίας ἄγων
- ἔλθω, τύραννον Βιστόνων κατακτανών.
- πράξας δ’ ὃ μὴ τύχοιμι—νοστήσαιμι γάρ—
- τήνδε σοῖσι προσπολεῖν δόμοις.
- πολλῷ δὲ μόχθῳ χεῖρας ἦλθεν εἰς ἐμάς·
- ἀγῶνα γὰρ πάνδημον εὑρίσκω τινὰς
- τιθέντας, ἀθληταῖσιν ἄξιον πόνον,
- ὅθεν κομίζω τήνδε νικητήρια
- λαβών· τὰ μὲν γὰρ κοῦφα τοῖς νικῶσιν ἦν
- ἵππους ἄγεσθαι, τοῖσι δ’ αὖ τὰ μείζονα
- νικῶσι, πυγμὴν καὶ πάλην, βουφόρβια·