Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. Αὕτα ποτὲ προύθαν’ ἀνδρός,
  2. νῦν δ’ ἐστὶ μάκαιρα δαίμων·
  3. χαῖρʼ, ὦ πότνι’, εὖ δὲ δοίης. τοῖαί νιν προσεροῦσι
  4. φῆμαι.
Χορός
  1. —καὶ μὴν ὅδʼ, ὡς ἔοικεν, Ἀλκμήνης γόνος,
  2. Ἄδμητε, πρὸς σὴν ἑστίαν πορεύεται.
Ἡρακλῆς
  1. φίλον πρὸς ἄνδρα χρὴ λέγειν ἐλευθέρως,
  2. Ἄδμητε, μομφὰς δ’ οὐχ ὑπὸ σπλάγχνοις ἔχειν
  3. σιγῶντʼ. ἐγὼ δὲ σοῖς κακοῖσιν ἠξίουν
  4. ἐγγὺς παρεστὼς ἐξετάζεσθαι φίλος·
  5. σὺ δ’ οὐκ ἔφραζες σῆς προκείμενον νέκυν
  6. γυναικός, ἀλλά μ’ ἐξένιζες ἐν δόμοις.
  7. ὡς δὴ θυραίου πήματος σπουδὴν ἔχων.
  8. κἄστεψα κρᾶτα καὶ θεοῖς ἐλειψάμην
  9. σπονδὰς ἐν οἴκοις δυστυχοῦσι τοῖσι σοῖς.