Alcestis
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- καὶ τὸν ἐν Χαλύβοις δαμάζεις σὺ βίᾳ σίδαρον,
- οὐδέ τις ἀποτόμου λήματός ἐστιν αἰδώς.
- καὶ σ’ ἐν ἀφύκτοισι χερῶν εἷλε θεὰ δεσμοῖς.
- τόλμα δʼ· οὐ γὰρ ἀνάξεις ποτ’ ἔνερθεν
- κλαίων τοὺς φθιμένους ἄνω.
- καὶ θεῶν σκότιοι φθίνουσι
- παῖδες ἐν θανάτῳ.
- φίλα μὲν ὅτ’ ἦν μεθ’ ἡμῶν,
- φίλα δὲ καὶ θανοῦσ’ ἔσται,
- γενναιοτάταν δὲ πασᾶν ἐζεύξω κλισίαις ἄκοιτιν.
- μηδὲ νεκρῶν ὡς φθιμένων χῶμα νομιζέσθω
- τύμβος σᾶς ἀλόχου, θεοῖσι δ’ ὁμοίως
- τιμάσθω, σέβας ἐμπόρων.
- καί τις δοχμίαν κέλευθον
- ἐκβαίνων τόδ’ ἐρεῖ·