Cyclops

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. πόθεν πάρεισι Σικελὸν Αἰτναῖον πάγον.
Ὀδυσσεύς
  1. ξένοι, φράσαιτ’ ἂν νᾶμα ποτάμιον πόθεν
  2. δίψης ἄκος λάβοιμεν, εἴ τέ τις θέλει
  3. βορὰν ὁδῆσαι ναυτίλοις κεχρημένοις;
  4. --τί χρῆμα; Βρομίου πόλιν ἔοιγμεν ἐσβαλεῖν·
  5. Σατύρων πρὸς ἄντροις τόνδ’ ὅμιλον εἰσορῶ.
  6. χαίρειν προσεῖπα πρῶτα τὸν γεραίτατον.
Σιληνός
  1. χαῖρ’, ὦ ξέν’, ὅστις δ’ εἶ φράσον πάτραν τε σήν.
Ὀδυσσεύς
  1. Ἴθακος Ὀδυσσεύς, γῆς Κεφαλλήνων ἄναξ.
Σιληνός
  1. οἶδ’ ἄνδρα, κρόταλον δριμύ, Σισύφου γένος.
Ὀδυσσεύς
  1. ἐκεῖνος οὗτός εἰμι· λοιδόρει δὲ μή·
Σιληνός
  1. πόθεν Σικελίαν τήνδε ναυστολῶν πάρει;
Ὀδυσσεύς
  1. ἐξ Ἰλίου γε κἀπὸ Τρωικῶν πόνων.
Σιληνός
  1. πῶς; πορθμὸν οὐκ ᾔδησθα πατρῴας χθονός;
Ὀδυσσεύς
  1. ἀνέμων θύελλαι δεῦρό μ’ ἥρπασαν βίᾳ.
Σιληνός
  1. παπαῖ· τὸν αὐτὸν δαίμον’ ἐξαντλεῖς ἐμοί.
Ὀδυσσεύς
  1. ἦ καὶ σὺ δεῦρο πρὸς βίαν ἀπεστάλης;
Σιληνός
  1. λῃστὰς διώκων οἳ Βρόμιον ἀνήρπασαν.
Ὀδυσσεύς
  1. τίς δ’ ἥδε χώρα καὶ τίνες ναίουσί νιν;
Σιληνός
  1. Αἰτναῖος ὄχθος Σικελίας ὑπέρτατος.