Cyclops

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ὦ φίλε Βακχεῖε, ποῖ οἰοπολεῖς;
  2. ποῖ ξανθὰν χαίταν σείεις;
  3. ἐγὼ δ’ ὁ σὸς πρόπολος
  4. θητεύω Κύκλωπι
  5. τῷ μονοδέρκτᾳ δοῦλος ἀλαίνων
  6. σὺν τᾷδε τράγου χλαίνᾳ μελέᾳ
  7. σᾶς χωρὶς φιλίας.
Σιληνός
  1. σιγήσατ’, ὦ τέκν’, ἄντρα δ’ ἐς πετρηρεφῆ
  2. ποίμνας ἀθροῖσαι προσπόλους κελεύσατε.
Χορός
  1. χωρεῖτ’· ἀτὰρ δὴ τίνα, πάτερ, σπουδὴν ἔχεις;
Σιληνός
  1. ὁρῶ πρὸς ἀκταῖς ναὸς Ἑλλάδος σκάφος
  2. κώπης τ’ ἄνακτας σὺν στρατηλάτῃ τινὶ
  3. στείχοντας ἐς τόδ’ ἄντρον· ἀμφὶ δ’ αὐχέσι
  4. τεύχη φέρονται κενά, βορᾶς κεχρημένοι,
  5. κρωσσούς θ’ ὑδρηλούς. ὦ ταλαίπωροι ξένοι,
  6. τίνες ποτ’ εἰσίν; οὐκ ἴσασι δεσπότην
  7. Πολύφημον οἷός ἐστιν, ἄξενον στέγην
  8. τήνδ’ ἐμβεβῶτες καὶ Κυκλωπίαν γνάθον
  9. τὴν ἀνδροβρῶτα δυστυχῶς ἀφιγμένοι.
  10. ἀλλ’ ἥσυχοι γίγνεσθ’, ἵν’ ἐκπυθώμεθα