Cyclops
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- τείχη δὲ ποῦ ’στι καὶ πόλεως πυργώματα;
- οὐκ εἴσ’· ἔρημοι πρῶνες ἀνθρώπων, ξένε.
- τίνες δ’ ἔχουσι γαῖαν; ἦ θηρῶν γένος;
- Κύκλωπες, ἄντρ’ ἔχοντες, οὐ στέγας δόμων.
- τίνος κλύοντες; ἢ δεδήμευται κράτος;
- νομάδες· ἀκούει δ’ οὐδὲν οὐδεὶς οὐδενός.
- σπείρουσι δ’—ἢ τῷ ζῶσι;—Δήμητρος στάχυν;
- γάλακτι καὶ τυροῖσι καὶ μήλων βορᾷ.
- Βρομίου δὲ πῶμ’ ἔχουσιν, ἀμπέλου ῥοαῖς;
- ἥκιστα· τοιγὰρ ἄχορον οἰκοῦσι χθόνα.
- φιλόξενοι δὲ χὥσιοι περὶ ξένους;
- γλυκύτατά φασι τὰ κρέα τοὺς ξένους φορεῖν.
- τί φῄς; βορᾷ χαίρουσιν ἀνθρωποκτόνῳ;
- οὐδεὶς μολὼν δεῦρ’ ὅστις οὐ κατεσφάγη.
- αὐτὸς δὲ Κύκλωψ ποῦ ’στιν; ἦ δόμων ἔσω;
- φροῦδος πρὸς Αἴτνῃ θῆρας ἰχνεύων κυσίν.
- οἶσθ’ οὖν ὃ δρᾶσον, ὡς ἀπαίρωμεν χθονός;
- οὐκ οἶδ’, Ὀδυσσεῦ· πᾶν δέ σοι δρῴημεν ἄν.
- ὅδησον ἡμῖν σῖτον, οὗ σπανίζομεν.
- οὐκ ἔστιν, ὥσπερ εἶπον, ἄλλο πλὴν κρέας.