Cyclops

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. εἰς αὐλὰν πότ’ ἀμφιβαλεῖς
  2. ποιηροὺς λείπουσα νομοὺς
  3. Αἰτναίων εἴσω σκοπέλων;
Χορός
  1. —νύττ’· οὐ τᾷδ’ οὔ; οὐ τᾷδε νεμῇ
  2. κλιτὺν δροσεράν;
  3. ὠή, ῥίψω πέτρον τάχα σου
  4. —ὕπαγ’ ὦ ὕπαγ’ ὦ κεράστα—
  5. μηλοβότα στασιωρὸν
  6. Κύκλωπος ἀγροβάτα.
Χορός
  1. οὐ τάδε Βρόμιος, οὐ τάδε χοροὶ
  2. Βάκχαι τε θυρσοφόροι,
  3. οὐ τυμπάνων ἀλαλαγμοὶ
  4. κρήναις παρ’ ὑδροχύτοις,
  5. οὐκ οἴνου χλωραὶ σταγόνες·
  6. οὐδ’ ἐν Νύσᾳ μετὰ Νυμφᾶν
  7. ἴακχον ἴακχον ᾠδὰν
  8. μέλπω πρὸς τὰν Ἀφροδίταν,
  9. ἃν θηρεύων πετόμαν
  10. Βάκχαις σὺν λευκόποσιν
  11. ὦ φίλος·