Cyclops

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. οὐκ ἄρ’ εἶ τυφλός.
Κύκλωψ
  1. ὡς δὴ σύ— 
Χορός
  1. καὶ πῶς σ’ οὔτις ἂν θείη τυφλόν;
Κύκλωψ
  1. σκώπτεις. ὁ δ’ Οὖτις ποῦ ’στιν;
Χορός
  1. οὐδαμοῦ, Κύκλωψ.
Κύκλωψ
  1. ὁ ξένος, ἵν’ ὀρθῶς ἐκμάθῃς, μ’ ἀπώλεσεν,
  2. ὁ μιαρός, ὅς μοι δοὺς τὸ πῶμα κατέκλυσεν.
Χορός
  1. δεινὸς γὰρ οἷνος καὶ παλαίεσθαι βαρύς.
Κύκλωψ
  1. πρὸς θεῶν, πεφεύγασ’ ἢ μένουσ’ ἔσω δόμων;
Χορός
  1. οὗτοι σιωπῇ τὴν πέτραν ἐπήλυγα
  2. λαβόντες ἑστήκασι. 
Κύκλωψ
  1. ποτέρας τῆς χερός;
Χορός
  1. ἐν δεξιᾷ σου. 
Κύκλωψ
  1. ποῦ;
Χορός
  1. πρὸς αὐτῇ τῇ πέτρᾳ.
  2. ἔχεις;
Κύκλωψ
  1. κακόν γε πρὸς κακῷ· τὸ κρανίον
  2. παίσας κατέαγα. 
Χορός
  1. καί σε διαφεύγουσί γε.
Κύκλωψ
  1. οὐ τῇδ’· ἐπεὶ τῇδ’ εἶπας;