Cyclops

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. θεῖτε σπεύδετ’. ἐκκαίετε τὰν ὀφρὺν
  2. θηρὸς τοῦ ξενοδαίτα
  3. τυφέτω, καιέτω
  4. τὸν Αἴτνας μηλονόμον.
  5. τόρνευ’, ἕλκε, μή σ’ ἐξοδυνηθεὶς
  6. δράσῃ τι μάταιον.
Κύκλωψ
  1. ὤμοι, κατηνθρακώμεθ’ ὀφθαλμοῦ σέλας.
Χορός
  1. καλός γ’ ὁ παιάν· μέλπε μοι τόνδ’, ὦ Κύκλωψ.
Κύκλωψ
  1. ὤμοι μάλ’, ὡς ὑβρίσμεθ’, ὡς ὀλώλαμεν.
  2. ἀλλ’ οὔτι μὴ φύγητε τῆσδ’ ἔξω πέτρας
  3. χαίροντες, οὐδὲν ὄντες· ἐν πύλαισι γὰρ
  4. σταθεὶς φάραγγος τάσδ’ ἐναρμόσω χέρας.
Χορός
  1. τί χρῆμ’ ἀυτεῖς, ὦ Κύκλωψ; 
Κύκλωψ
  1. ἀπωλόμην.
Χορός
  1. αἰσχρός γε φαίνῃ.
Κύκλωψ
  1. κἀπὶ τοῖσδέ γ’ ἄθλιος.
Χορός
  1. μεθύων κατέπεσες ἐς μέσους τοὺς ἄνθρακας;
Κύκλωψ
  1. Οὖτίς μ’ ἀπώλεσ’. 
Χορός
  1. οὐκ ἄρ’ οὐδεὶς ἠδίκει.
Κύκλωψ
  1. Οὖτίς με τυφλοῖ βλέφαρον.