Cyclops
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- οὔ· ταύτῃ λέγω.
- πῇ γάρ;
- περιάγου, κεῖσε, πρὸς τἀριστερά.
- οἴμοι γελῶμαι· κερτομεῖτέ μ’ ἐν κακοῖς.
- ἀλλ’ οὐκέτ’, ἀλλὰ πρόσθεν οὗτός ἐστί σου.
- ὦ παγκάκιστε, ποῦ ποτ’ εἶ;
- τηλοῦ σέθεν
- φυλακαῖσι φρουρῶ σῶμ’ Ὀδυσσέως τόδε.
- πῶς εἶπας; ὄνομα μεταβαλὼν καινὸν λέγεις.
- ὅπερ γ’ ὁ φύσας ὠνόμαζ’ Ὀδυσσέα.
- δώσειν δ’ ἔμελλες ἀνοσίου δαιτὸς δίκας·
- κακῶς γὰρ ἂν Τροίαν γε διεπυρωσάμην
- εἰ μή σ’ ἑταίρων φόνον ἐτιμωρησάμην.
- αἰαῖ· παλαιὸς χρησμὸς ἐκπεραίνεται.
- τυφλὴν γὰρ ὄψιν ἐκ σέθεν σχήσειν μ’ ἔφη
- Τροίας ἀφορμηθέντος. ἀλλὰ καὶ σέ τοι
- δίκας ὑφέξειν ἀντὶ τῶνδ’ ἐθέσπισεν,
- πολὺν θαλάσσῃ χρόνον ἐναιωρούμενον.
- κλαίειν σ’ ἄνωγα· καὶ δέδραχ’ ὅπερ λέγεις.
- ἐγὼ δ’ ἐπ’ ἀκτὰς εἶμι καὶ νεὼς σκάφος