Cyclops

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ταὐτὸν πεπόνθατ’ ἆρ’ ἐμοί· τοὺς γὰρ πόδας
  2. ἑστῶτες ἐσπάσθημεν οὐκ οἶδ’ ἐξ ὅτου.
Ὀδυσσεύς
  1. ἑστῶτες ἐσπάσθητε; 
Χορός δ
  1. καὶ τά γ’ ὄμματα
  2. μέστ’ ἐστὶν ἡμῖν κόνεος ἢ τέφρας ποθέν.
Ὀδυσσεύς
  1. ἄνδρες πονηροὶ κοὐδὲν οἵδε σύμμαχοι.
Χορός
  1. ὁτιὴ τὸ νῶτον τὴν ῥάχιν τ’ οἰκτίρομεν
  2. καὶ τοὺς ὀδόντας ἐκβαλεῖν οὐ βούλομαι
  3. τυπτόμενος, αὕτη γίγνεται πονηρία;
  4. ἀλλ’ οἶδ’ ἐπῳδὴν Ὀρφέως ἀγαθὴν πάνυ,
  5. ὡς αὐτόματον τὸν δαλὸν ἐς τὸ κρανίον
  6. στείχονθ’ ὑφάπτειν τὸν μονῶπα παῖδα γῆς.
Ὀδυσσεύς
  1. πάλαι μὲν ᾔδη σ’ ὄντα τοιοῦτον φύσει,
  2. νῦν δ’ οἶδ’ ἄμεινον. τοῖσι δ’ οἰκείοις φίλοις
  3. χρῆσθαί μ’ ἀνάγκη. χειρὶ δ’ εἰ μηδὲν σθένεις,
  4. ἀλλ’ οὖν ἐπεγκέλευέ γ’, ὡς εὐψυχίαν
  5. φίλων κελευσμοῖς τοῖσι σοῖς κτησώμεθα.
Χορός
  1. δράσω τάδ’. ἐν τῷ Καρὶ κινδυνεύσομεν.
  2. κελευσμάτων δ’ ἕκατι τυφέσθω Κύκλωψ.
Χορός
  1. ἰὼ ἰώ· γενναιότατ’ ὠ-