Cyclops

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. κἀγὼ
  2. τὸν φιλοκισσοφόρον Βρόμιον πο-
  3. θεινὸν εἰσιδεῖν θέλω,
  4. Κύκλω-
  5. πος λιπὼν ἐρημίαν·
  6. ἆρ’ ἐς τοσόνδ’ ἀφίξομαι;
Ὀδυσσεύς
  1. σιγᾶτε πρὸς θεῶν, θῆρες, ἡσυχάζετε,
  2. συνθέντες ἄρθρα στόματος· οὐδὲ πνεῖν ἐῶ,
  3. οὐ σκαρδαμύσσειν οὐδὲ χρέμπτεσθαί τινα,
  4. ὡς μὴ ’ξεγερθῇ τὸ κακόν, ἔστ’ ἂν ὄμματος
  5. ὄψις Κύκλωπος ἐξαμιλληθῇ πυρί.
Χορός
  1. σιγῶμεν ἐγκάψαντες αἰθέρα γνάθοις.
Ὀδυσσεύς
  1. ἄγε νυν ὅπως ἅψεσθε τοῦ δαλοῦ χεροῖν
  2. ἔσω μολόντες· διάπυρος δ’ ἐστὶν καλῶς.
Χορός
  1. οὐκοῦν σὺ τάξεις οὕστινας πρώτους χρεὼν
  2. καυτὸν μοχλὸν λαβόντας ἐκκάειν τὸ φῶς
  3. Κύκλωπος, ὡς ἂν τῆς τύχης κοινώμεθα;
Χορός α
  1. ἡμεῖς μέν ἐσμεν μακροτέρω πρὸ τῶν θυρῶν
  2. ἑστῶτες ὠθεῖν ἐς τὸν ὀφθαλμὸν τὸ πῦρ.
Χορός β
  1. ἡμεῖς δὲ χωλοί γ’ ἀρτίως γεγενήμεθα.