Cyclops
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- Ἥφαιστ’, ἄναξ Αἰτναῖε, γείτονος κακοῦ
- λαμπρὸν πυρώσας ὄμμ’ ἀπαλλάχθηθ’ ἅπαξ,
- σύ τ’, ὦ μελαίνης Νυκτὸς ἐκπαίδευμ’, Ὕπνε,
- ἄκρατος ἐλθὲ θηρὶ τῷ θεοστυγεῖ,
- καὶ μὴ ’πὶ καλλίστοισι Τρωικοῖς πόνοις
- αὐτόν τε ναύτας τ’ ἀπολέσητ’ Ὀδυσσέα
- ὑπ’ ἀνδρός, ᾧ θεῶν οὐδὲν ἢ βροτῶν μέλει.
- ἢ τὴν τύχην μὲν δαίμον’ ἡγεῖσθαι χρεών,
- τὰ δαιμόνων δὲ τῆς τύχης ἐλάσσονα.
- λήψεται τὸν τράχηλον
- ἐντόνως ὁ καρκίνος
- τοῦ ξενοδαιτυμόνος· πυρὶ γὰρ τάχα
- φωσφόρους ὀλεῖ κόρας.
- ἤδη
- δαλὸς ἠνθρακωμένος
- κρύπτεται ἐς σποδιάν, δρυὸς ἄσπετον
- ἔρνος· ἀλλ’ ἴτω Μάρων·
- πρασσέτω·
- μαινομένου ’ξελέτω βλέφαρον Κύ-
- κλωπος, ὡς πίῃ κακῶς.