Cyclops

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. προσῇτ’ ἀοιδαῖς βαρβίτων σαυλούμενοι;
Χορός
  1. παῖ γενναίων μὲν πατέρων
  2. γενναίων τ’ ἐκ τοκάδων,
  3. πᾷ δή μοι νίσῃ σκοπέλους;
  4. οὐ τᾷδ’ ὑπήνεμος αὔρα
  5. καὶ ποιηρὰ βοτάνα;
  6. δινᾶέν θ’ ὕδωρ ποταμῶν
  7. ἐν πίστραις κεῖται πέλας ἄν-
  8. τρων; οὔ σοι βλαχαὶ τεκέων;
Χορός
  1. —ψύττ’· οὐ τᾷδ’ οὔ; οὐ τᾷδε νεμῇ
  2. κλιτὺν δροσεράν;
  3. ὠή, ῥίψω πέτρον τάχα σου
  4. —ὕπαγ’ ὦ ὕπαγ’ ὦ κεράστα—
  5. μηλοβότα στασιωρὸν
  6. Κύκλωπος ἀγροβάτα.
Χορός
  1. σπαργῶντας μαστοὺς χάλασον·
  2. δέξαι θηλαῖσι σπορὰς
  3. ἃς λείπεις ἀρνῶν θαλάμοις.
  4. ποθοῦσί σ’ ἁμερόκοιτοι
  5. βλαχαὶ σμικρῶν τεκέων.