Cyclops
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- τῇ γῇ φέρεσθαι, τοῦ Διός τε τὸν θρόνον
- λεύσσω, τὸ πᾶν τε δαιμόνων ἁγνὸν σέβας.
- —οὐκ ἂν φιλήσαιμ’·—αἱ Χάριτες πειρῶσί με.—
- ἅλις Γανυμήδην τόνδ’ ἔχων ἀναπαύσομαι.
- κάλλιστα, νὴ τὰς Χάριτας. —ἥδομαι δέ πως
- τοῖς παιδικοῖσι μᾶλλον ἢ τοῖς θήλεσιν.
- ἐγὼ γὰρ ὁ Διός εἰμι Γανυμήδης, Κύκλωψ;
- ναὶ μὰ Δί’, ὃν ἁρπάζω γ’ ἐγὼ ’κ τοῦ Δαρδάνου.
- ἀπόλωλα, παῖδες· σχέτλια πείσομαι κακά.
- μέμφῃ τὸν ἐραστὴν κἀντρυφᾷς πεπωκότι;
- οἴμοι· πικρότατον οἶνον ὄψομαι τάχα.
- ἄγε δή, Διονύσου παῖδες, εὐγενῆ τέκνα,
- ἔνδον μὲν ἁνήρ· τῷ δ’ ὕπνῳ παρειμένος
- τάχ’ ἐξ ἀναιδοῦς φάρυγος ὠθήσει κρέα.
- δαλὸς δ’ ἔσωθεν αὐλίων ὠθεῖ καπνὸν
- παρευτρέπισται· κοὐδὲν ἄλλο πλὴν πυροῦν
- Κύκλωπος ὄψιν· ἀλλ’ ὅπως ἀνὴρ ἔσῃ.
- πέτρας τὸ λῆμα κἀδάμαντος ἕξομεν.
- χώρει δ’ ἐς οἴκους, πρίν τι τὸν πατέρα παθεῖν
- ἀπάλαμνον· ὥς σοι τἀνθάδ’ ἐστὶν εὐτρεπῆ.