Cyclops

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἀπομυκτέον δέ σοί ἐστιν ὡς λήψῃ πιεῖν.
Κύκλωψ
  1. ἰδού, καθαρὸν τὸ χεῖλος αἱ τρίχες τέ μου.
Σιληνός
  1. θές νυν τὸν ἀγκῶν’ εὐρύθμως, κᾆτ’ ἔκπιε,
  2. ὥσπερ μ’ ὁρᾷς πίνοντα—χὥσπερ οὐκ ἐμέ.
Κύκλωψ
  1. ἆ ἆ, τί δράσεις;
Σιληνός
  1. ἡδέως ἠμύστισα.
Κύκλωψ
  1. λάβ’, ὦ ξέν’, αὐτὸς οἰνοχόος τέ μοι γενοῦ.
Ὀδυσσεύς
  1. γιγνώσκεται γοῦν ἡ ἄμπελος τἠμῇ χερί.
Κύκλωψ
  1. φέρ’ ἔγχεόν νυν.
Ὀδυσσεύς
  1. ἐγχέω, σίγα μόνον.
Κύκλωψ
  1. χαλεπὸν τόδ’ εἶπας, ὅστις ἂν πίνῃ πολύν.
Ὀδυσσεύς
  1. ἰδοὺ λαβὼν ἔκπιθι καὶ μηδὲν λίπῃς.
  2. συνεκθανεῖν δὲ σπῶντα χρὴ τῷ πώματι.
Κύκλωψ
  1. παπαῖ, σοφόν γε τὸ ξύλον τῆς ἀμπέλου.
Ὀδυσσεύς
  1. κἂν μὲν σπάσῃς γε δαιτὶ πρὸς πολλῇ πολύν,
  2. τέγξας ἄδιψον νηδύν, εἰς ὕπνον βαλεῖ,
  3. ἢν δ’ ἐλλίπῃς τι, ξηρανεῖ σ’ ὁ Βάκχιος.
Κύκλωψ
  1. ἰοὺ ἰού,
  2. ὡς ἐξένευσα μόγις· ἄκρατος ἡ χάρις.
  3. ὁ δ’ οὐρανός μοι συμμεμιγμένος δοκεῖ