Cyclops

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἰδού.
  2. τί δῆτα τὸν κρατῆρ’ ὄπισθέ μου τίθης;
Σιληνός
  1. ὡς μὴ παριών τις καταβάλῃ.
Κύκλωψ
  1. πίνειν μὲν οὖν
  2. κλέπτων σὺ βούλῃ· κάτθες αὐτὸν ἐς μέσον.
  3. σὺ δ’, ὦ ξέν’, εἰπὲ τοὔνομ’ ὅ τι σε χρὴ καλεῖν.
Ὀδυσσεύς
  1. Οὖτιν· χάριν δὲ τίνα λαβών σ’ ἐπαινέσω;
Κύκλωψ
  1. πάντων σ’ ἑταίρων ὕστερον θοινάσομαι.
Σιληνός
  1. καλόν γε τὸ γέρας τῷ ξένῳ δίδως, Κύκλωψ.
Κύκλωψ
  1. οὗτος, τί δρᾷς; τὸν οἶνον ἐκπίνεις λάθρᾳ;
Σιληνός
  1. οὔκ, ἀλλ’ ἔμ’ οὗτος ἔκυσεν, ὅτι καλὸν βλέπω.
Κύκλωψ
  1. κλαύσῃ, φιλῶν τὸν οἶνον οὐ φιλοῦντά σε.
Σιληνός
  1. ναὶ μὰ Δί’, ἐπεί μού φησ’ ἐρᾶν ὄντος καλοῦ.
Κύκλωψ
  1. ἔγχει, πλέων δὲ τὸν σκύφον. δίδου μόνον.
Σιληνός
  1. πῶς οὖν κέκραται; φέρε διασκεψώμεθα.
Κύκλωψ
  1. ἀπολεῖς· δὸς οὕτως.
Σιληνός
  1. ναὶ μὰ Δί’ οὐ πρὶν ἄν γέ σε
  2. στέφανον ἴδω λαβόντα γεύσωμαί τ’ ἔτι . . .
Κύκλωψ
  1. ὦ οἰνοχόος ἄδικος.
Σιληνός
  1. οὐ μὰ Δί’, ἀλλ’ ὦ οἶνος γλυκύς.