Cyclops

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. τοιόσδ’ ὁ δαίμων· οὐδένα βλάπτει βροτῶν.
Κύκλωψ
  1. θεὸς δ’ ἐν ἀσκῷ πῶς γέγηθ’ οἴκους ἔχων;
Ὀδυσσεύς
  1. ὅπου τιθῇ τις, ἐνθάδ’ ἐστὶν εὐπετής.
Κύκλωψ
  1. οὐ τοὺς θεοὺς χρὴ σῶμ’ ἔχειν ἐν δέρμασιν.
Ὀδυσσεύς
  1. τί δ’, εἴ σε τέρπει γ’; ἢ τὸ δέρμα σοι πικρόν;
Κύκλωψ
  1. μισῶ τὸν ἀσκόν· τὸ δὲ ποτὸν φιλῶ τόδε.
Ὀδυσσεύς
  1. μένων νυν αὐτοῦ πῖνε κεὐθύμει, Κύκλωψ.
Κύκλωψ
  1. οὐ χρή μ’ ἀδελφοῖς τοῦδε προσδοῦναι ποτοῦ;
Ὀδυσσεύς
  1. ἔχων γὰρ αὐτὸς τιμιώτερος φανῇ.
Κύκλωψ
  1. διδοὺς δὲ τοῖς φίλοισι χρησιμώτερος.
Ὀδυσσεύς
  1. πυγμὰς ὁ κῶμος λοίδορόν τ’ ἔριν φιλεῖ.
Κύκλωψ
  1. μεθύω μέν, ἔμπας δ’ οὔτις ἂν ψαύσειέ μου.
Ὀδυσσεύς
  1. ὦ τᾶν, πεπωκότ’ ἐν δόμοισι χρὴ μένειν.
Κύκλωψ
  1. ἠλίθιος ὅστις μὴ πιὼν κῶμον φιλεῖ.
Ὀδυσσεύς
  1. ὃς δ’ ἂν μεθυσθείς γ’ ἐν δόμοις μείνῃ, σοφός.
Κύκλωψ
  1. τί δρῶμεν, ὦ Σιληνέ; σοὶ μένειν δοκεῖ;
Σιληνός
  1. δοκεῖ. τί γὰρ δεῖ συμποτῶν ἄλλων, Κύκλωψ;
Κύκλωψ
  1. καὶ μὴν λαχνῶδές τ’ οὖδας ἀνθηρᾶς χλόης . . . .
Σιληνός
  1. καὶ πρός γε θάλπος ἡλίου πίνειν καλόν.
  2. κλίθητί νύν μοι πλευρὰ θεὶς ἐπὶ χθονός.