Cyclops
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- γάνυμαι δὲ δαιτὸς ἥβῃ,
- σκάφος ὁλκὰς ὣς γεμισθεὶς
- ποτὶ σέλμα γαστρὸς ἄκρας.
- ὑπάγει μ’ ὁ χόρτος εὔφρων
- ἐπὶ κῶμον ἦρος ὥραις
- ἐπὶ Κύκλωπας ἀδελφούς.
- φέρε μοι, ξεῖνε, φέρ’, ἀσκὸν ἔνδος μοι.
- καλὸν ὄμμασιν δεδορκὼς
- Καλὸς ἐκπερᾷ μελάθρων.
- —παπαπᾶ· φιλεῖ τις ἡμᾶς.–-
- λύχνα δ’ ἀμμένον δαΐα σὸν
- χρόα χὡς τέρεινα νύμφα
- δροσερῶν ἔσωθεν ἄντρων.
- στεφάνων δ’ οὐ μία χροιὰ
- περὶ σὸν κρᾶτα τάχ’ ἐξομιλήσει.
- Κύκλωψ, ἄκουσον· ὡς ἐγὼ τοῦ Βακχίου
- τούτου τρίβων εἴμ’, ὃν πιεῖν ἔδωκά σοι.
- ὁ Βάκχιος δὲ τίς θεὸς νομίζεται;
- μέγιστος ἀνθρώποισιν ἐς τέρψιν βίου.
- ἐρυγγάνω γοῦν αὐτὸν ἡδέως ἐγώ.