Cyclops
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἄγε, τίς πρῶτος, τίς δ’ ἐπὶ πρώτῳ
- ταχθεὶς δαλοῦ κώπην ὀχμάσας
- Κύκλωπος ἔσω βλεφάρων ὤσας
- λαμπρὰν ὄψιν διακναίσει;
- σίγα σίγα. καὶ δὴ μεθύων
- ἄχαριν κέλαδον μουσιζόμενος
- σκαιὸς ἀπῳδὸς καὶ κλαυσόμενος
- χωρεῖ πετρίνων ἔξω μελάθρων
- φέρε νιν κώμοις παιδεύσωμεν
- τὸν ἀπαίδευτον·
- πάντως μέλλει τυφλὸς εἶναι.
- μάκαρ ὅστις εὐιάζει
- βοτρύων φίλαισι πηγαῖς
- ἐπὶ κῶμον ἐκπετασθείς,
- φίλον ἄνδρ’ ὑπαγκαλίζων
- ἐπὶ δεμνίοις τε ξανθὸν
- χλιδανῆς ἔχων ἑταίρας
- μυρόχριστος λιπαρὸν βό-
- στρυχον, αὐδᾷ δέ· Θύραν τίς οἴξει μοι;
- παπαπᾶ· πλέως μὲν οἴνου,