Cyclops

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. Κύκλωπος ὄψει καὶ συναυανῶ κόρας.
Χορός
  1. ἰοὺ ἰού,
  2. γέγηθα, μαινόμεσθα τοῖς εὑρήμασιν.
Ὀδυσσεύς
  1. κἄπειτα καὶ σὲ καὶ φίλους γέροντά τε
  2. νεὼς μελαίνης κοῖλον ἐμβήσας σκάφος
  3. διπλαῖσι κώπαις τῆσδ’ ἀποστελῶ χθονός.
Χορός
  1. ἔστ’ οὖν ὅπως ἂν ὡσπερεὶ σπονδῆς θεοῦ
  2. κἀγὼ λαβοίμην τοῦ τυφλοῦντος ὄμματα
  3. δαλοῦ; φόνου γὰρ τοῦδε κοινωνεῖν θέλω.
Ὀδυσσεύς
  1. δεῖ γοῦν· μέγας γὰρ δαλός· οὗ ξυλληπτέον.
Χορός
  1. ὡς κἂν ἁμαξῶν ἑκατὸν ἀραίμην βάρος,
  2. εἰ τοῦ Κύκλωπος τοῦ κακῶς ὀλουμένου
  3. ὀφθαλμὸν ὥσπερ σφηκιὰν ἐκθύψομεν.
Ὀδυσσεύς
  1. σιγᾶτε νῦν· δόλον γὰρ ἐξεπίστασαι·
  2. χὥταν κελεύω, τοῖσιν ἀρχιτέκτοσι
  3. πείθεσθ’. ἐγὼ γὰρ ἄνδρας ἀπολιπὼν φίλους
  4. τοὺς ἔνδον ὄντας οὐ μόνος σωθήσομαι.
  5. καίτοι φύγοιμ’ ἄν, κἀκβέβηκ’ ἄντρου μυχῶν·
  6. ἀλλ’ οὐ δίκαιον ἀπολιπόντ’ ἐμοὺς φίλους,
  7. ξὺν οἷσπερ ἦλθον δεῦρο, σωθῆναι μόνον.