Cyclops
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- λέγ’, ὡς Ἀσιάδος οὐκ ἂν ἥδιον ψόφον
- κιθάρας κλύοιμεν ἢ Κύκλωπ’ ὀλωλότα.
- ἐπὶ κῶμον ἕρπειν πρὸς κασιγνήτους θέλει
- Κύκλωπας ἡσθεὶς τῷδε Βακχίου ποτῷ.
- ξυνῆκ’· ἔρημον ξυλλαβὼν δρυμοῖσί νιν
- σφάξαι μενοινᾷς, ἢ πετρῶν ὦσαι κάτω.
- οὐδὲν τοιοῦτον· δόλιος ἡ ’πιθυμία.
- πῶς δαί; σοφόν τοί σ’ ὄντ’ ἀκούομεν πάλαι.
- κώμου μὲν αὐτὸν τοῦδ’ ἀπαλλάξαι, λέγων
- ὡς οὐ Κύκλωψι πῶμα χρὴ δοῦναι τόδε,
- μόνον δ’ ἔχοντα βίοτον ἡδέως ἄγειν.
- ὅταν δ’ ὑπνώσσῃ Βακχίου νικώμενος
- ἀκρεμὼν ἐλαίας ἔστιν ἐν δόμοισί τις,
- ὃν φασγάνῳ ’γὼ τῷδ’ ἀποξύνας ἄκρον,
- ἐς πῦρ καθήσω· κᾆθ’, ὅταν κεκαυμένον
- ἴδω νιν, ἄρας θερμὸν ἐς μέσην βαλῶ
- Κύκλωπος ὄψιν, ὄμμα τ’ ἐκτήξω πυρί.
- ναυπηγίαν δ’ ὡσεί τις ἁρμόζων ἀνὴρ
- διπλοῖν χαλινοῖν τρύπανον κωπηλατεῖ,
- οὕτω κυκλώσω δαλὸν ἐν φαεσφόρῳ