Cyclops
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- καὶ δὴ πρὸς ᾠδὰς εἷρπ’. ἐγὼ δ’ ἐπεγχέων
- ἄλλην ἐπ’ ἄλλῃ σπλάγχν’ ἐθέρμαινον ποτῷ.
- ᾄδεῖ δὲ παρὰ κλαίουσι συνναύταις ἐμοῖς
- ἄμουσ’, ἐπηχεῖ δ’ ἄντρον. ἐξελθὼν δ’ ἐγὼ
- σιγῇ. σὲ σῶσαι κἄμ’, ἐὰν βούλῃ, θέλω.
- ἀλλ’ εἴπατ’ εἴτε χρῄζετ’ εἴτ’ οὐ χρῄζετε
- φεύγειν ἄμεικτον ἄνδρα καὶ τὰ Βακχίου
- ναίειν μέλαθρα Δαναΐδων νυμφῶν μέτα.
- ὁ μὲν γὰρ ἔνδον σὸς πατὴρ τάδ’ ᾔνεσεν.
- ἀλλ’ ἀσθενὴς γὰρ κἀποκερδαίνων ποτοῦ,
- ὥσπερ πρὸς ἰξῷ τῇ κύλικι λελημμένος
- πτέρυγας ἀλύει· σὺ δέ—νεανίας γὰρ εἶ—
- σώθητι μετ’ ἐμοῦ καὶ τὸν ἀρχαῖον φίλον
- Διόνυσον ἀνάλαβ’, οὐ Κύκλωπι προσφερῆ.
- ὦ φίλτατ’, εἰ γὰρ τήνδ’ ἴδοιμεν ἡμέραν,
- Κύκλωπος ἐκφυγόντες ἀνόσιον κάρα.
- ὡς διὰ μακροῦ γε τὸν σίφωνα τὸν φίλον
- χηρεύομεν. —τὸν δ’ οὐκ ἔχομεν κατ’ αὗ φαγεῖν.
- ἄκουε δή νυν ἣν ἔχω τιμωρίαν
- θηρὸς πανούργου σῆς τε δουλείας φυγήν.