Cyclops

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. λάβρῳ μαχαίρᾳ σάρκας ἐξώπτα πυρί
  2. τὰ δ’ ἐς λέβητ’ ἐφῆκεν ἕψεσθαι μέλη
  3. ἐγὼ δ’ ὁ τλήμων δάκρυ’ ἀπ’ ὀφθαλμῶν χέων
  4. ἐχριμπτόμην Κύκλωπι κἀδιακόνουν·
  5. ἅλλοι δ’ ὅπως ὄρνιθες ἐν μυχοῖς πέτρας
  6. πτήξαντες εἶχον, αἷμα δ’ οὐκ ἐνῆν χροΐ.
  7. ἐπεὶ δ’ ἑταίρων τῶν ἐμῶν πλησθεὶς βορᾶς
  8. ἀνέπεσε, φάρυγος αἰθέρ’ ἐξιεὶς βαρύν,
  9. ἐσῆλθέ μοί τι θεῖον· ἐμπλήσας σκύφος
  10. Μάρωνος αὐτῷ τοῦδε προσφέρω πιεῖν,
  11. λέγων τάδ’· Ὦ τοῦ ποντίου θεοῦ Κύκλωψ,
  12. σκέψαι τόδ’ οἷον Ἑλλὰς ἀμπέλων ἄπο
  13. θεῖον κομίζει πῶμα, Διονύσου γάνος.
  14. ὃ δ’ ἔκπλεως ὢν τῆς ἀναισχύντου βορᾶς
  15. ἐδέξατ’ ἔσπασέν τ’ ἄμυστιν ἑλκύσας
  16. κἀπῄνεσ’ ἄρας χεῖρα· Φίλτατε ξένων,
  17. καλὸν τὸ πῶμα δαιτὶ πρὸς καλῇ δίδως.
  18. ἡσθέντα δ’ αὐτὸν ὡς ἐπῃσθόμην ἐγώ,
  19. ἄλλην ἔδωκα κύλικα, γιγνώσκων ὅτι
  20. τρώσει νιν οἷνος καὶ δίκην δώσει τάχα.