Cyclops
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἀνέκαυσε μὲν πῦρ πρῶτον, ὑψηλῆς δρυὸς
- κορμοὺς πλατείας ἐσχάρας βαλὼν ἔπι,
- τρισσῶν ἁμαξῶν ὡς ἀγώγιμον βάρος.
- ἔπειτα φύλλων ἐλατίνων χαμαιπετῆ
- ἔστρωσεν εὐνὴν πλησίον πυρὸς φλογί.
- κρατῆρα δ’ ἐξέπλησεν ὡς δεκάμφορον,
- μόσχους ἀμέλξας, λευκὸν ἐσχέας γάλα.
- σκύφος τε κισσοῦ παρέθετ’ εἰς εὖρος τριῶν
- πήχεων, βάθος δὲ τεσσάρων ἐφαίνετο.
- καὶ χάλκεον λέβητ’ ἐπέζεσεν πυρί,
- ὀβελούς τ’, ἄκρους μὲν ἐγκεκαυμένους πυρί,
- ξεστοὺς δὲ δρεπάνῳ τἄλλα, παλιούρου κλάδων,
- Αἰτναῖά τε σφαγεῖα πελέκεων γνάθοις.
- ὡς δ’ ἦν ἕτοιμα πάντα τῷ θεοστυγεῖ
- Ἅιδου μαγείρῳ, φῶτε συμμάρψας δύο
- ἔσφαζ’ ἑταίρων τῶν ἐμῶν, ῥυθμῷ θ’ ἐνὶ
- τὸν μὲν λέβητος ἐς κύτος χαλκήλατον,
- τὸν δ’ αὖ, τένοντος ἁρπάσας ἄκρου ποδός,
- παίων πρὸς ὀξὺν στόνυχα πετραίου λίθου,
- ἐγκέφαλον ἐξέρρανε, καὶ καθαρπάσας