Cyclops
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἐξέβαλεν ἡμᾶς τήνδ’ ἐς Αἰτναίαν πέτραν,
- ἵν’ οἱ μονῶπες ποντίου παῖδες θεοῦ
- Kύκλωπες οἰκοῦσ’ ἄντρ’ ἔρημ’ ἀνδροκτόνοι.
- τούτων ἑνὸς ληφθέντες ἐσμὲν ἐν δόμοις
- δοῦλοι· καλοῦσι δ’ αὐτὸν ᾧ λατρεύομεν
- Πολύφημον· ἀντὶ δ’ εὐίων βακχευμάτων
- ποίμνας Κύκλωπος ἀνοσίου ποιμαίνομεν.
- παῖδες μὲν οὖν μοι κλιτύων ἐν ἐσχάτοις
- νέμουσι μῆλα νέα νέοι πεφυκότες,
- ἐγὼ δὲ πληροῦν πίστρα καὶ σαίρειν στέγας
- μένων τέταγμαι τάσδε, τῷδε δυσσεβεῖ
- Κύκλωπι δείπνων ἀνοσίων διάκονος.
- καὶ νῦν, τὰ προσταχθέντ’, ἀναγκαίως ἔχει
- σαίρειν σιδηρᾷ τῇδέ μ’ ἁρπάγῃ δόμους,
- ὡς τόν τ’ ἀπόντα δεσπότην Κύκλωπ’ ἐμὸν
- καθαροῖσιν ἄντροις μῆλά τ’ ἐσδεχώμεθα.
- ἤδη δὲ παῖδας προσνέμοντας εἰσορῶ
- ποίμνας. τί ταῦτα; μῶν κρότος σικινίδων
- ὁμοῖος ὑμῖν νῦν τε χὥτε βακχίῳ
- κῶμοι συνασπίζοντες Ἀλθαίας δόμους